Παρασκευή, 23 Μαρτίου 2012

ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

                                                    

                                                                
ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ

Νῦν, ἡ τῆς βασιλίδος βασιλικὴ καὶ ὑπέρξενος ἑορτή τε καὶ πανήγυρις, ὑπὲρ τὰς χρυσαυγεῖς ἀκτῖνας τοῦ ἡλίου ἐξέλαμψε.
Νῦν, ἡ καθολικὴ καὶ Ἀποστολικὴ ἐκκλησία νυμφικῶς ὡραΐζεται, λίαν ἀγαλλομένη.
Νῦν, οἱ φιλοθεάμονες καὶ πανηγυρισταί, ἑορτὴν ἑορτῶν ἑορτάζοντες, πανδημεὶ συναθροίζονται.
Νῦν, εὐφραινέσθωσαν τὰ οὐράνια, τὰ ἐπίγεια, τὰ καταχθόνια, καὶ πάντα τὰ ἐν αὐτοῖς ποιήματα.
Νῦν, εὐφημείσθω ἡ πανεύφημος ὡς εὔφημος, πανευφήμοις εὐφημίαις.
Νῦν, μεγαλυνέσθω ἡ θεομεγάλυντος, καὶ θεοπρότακτος, καὶ θεοχρημάτιστος Παρθένος.
Νῦν, ἐπαινείσθω ἡ πολυώνυμος ὄντως, καὶ πολυόμματος, καὶ πάσης ὁμοῦ τῆς κτίσεως ὑπερτάτη.
Νῦν, μακαριζέσθω ἡ θεόμιλος, καὶ θεοχώρητος, καὶ κοσμοσέβαστος τοῦ Θεοῦ Κιβωτός.
Σήμερον γάρ, ὡς ἀληθῶς πανταχοῦ τῆς οἰκουμένης, χαρὰ καὶ ἀγαλλίασις γίνεται.
Σήμερον, βοάτωσαν φιλεόρτων αἱ σύγκλητοι.
Σήμερον, βοάτωσαν πάντες λαοί τῇ ἐκ Δαβὶδ Βασιλίσσῃ, δεδοξασμένα λέγοντες μετὰ Δαβίδ· Ἐλαλήθη περί Σου ἡ πόλις τοῦ Θεοῦ τοῦ Βασιλέως τοῦ Μεγάλου.
Σήμερον, ὑπανοιγέσθω ἡ τῶν Προφητῶν θεόγραφος βίβλος καὶ λεγέτω τὰ περὶ τῆς ἀείπαιδος ταύτης καὶ ἀειπαρθένου Μαρίας.
Σήμερον, Δαβιτικῶς ἀγαλλιάσθωσαν διὰ τὴν ἔμψυχον πόλιν, αἱ πόλεις πᾶσαι τῆς Ἰουδαίας.
Σήμερον, Γαβριήλ, ὁ τῆς νῦν πανεόρτου πανηγύρεως χορίαρχος, βοάτω ἄνωθεν τῇ παμβασιλίδι, καὶ λεγέτω· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Σήμερον, βοήσωμεν καὶ ἡμεῖς, οἱ πηλινόγλωσσοι, καὶ εἴπωμεν τῇ μεγαλοδοξοτάτῃ καὶ φωτοφόρῳ Μητρὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ῥητά τινα καὶ χαροποιά, χαρμονικῶς ἀναφωνοῦντες καὶ λέγοντες:
Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου.
Χαῖρε Κεχαριτωμένη, ἡ ἐκ πασῶν ἐκλεχθεῖσα γενεῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν καὶ λαῶν.
Χαῖρε, ἡ Κεχαριτωμένη, ἡ πρὸ αἰώνων προορισθεῖσα τῷ Ποιητῇ καὶ Βασιλεῖ τῶν αἰώνων.
Χαίροις, τὸ τῆς παλαιᾶς καὶ Καινῆς Διαθήκης συμπέρασμα.
Χαίροις, τὸ τῶν θεοφόρων Πατέρων καὶ Πατριαρχῶν, πολύανθον ἄνθος, τὸ τῶν ἀπ’ αἰῶνος Ἁγίων Προφητῶν προκατάγγελτον ὄνομα.
Χαίροις, ἡ ἀπόγονος τοῦ κοσμοπάτορος καὶ θεοπλάστου Ἀδάμ.
Χαίροις, ἡ τῆς κοσμομήτορος καὶ πρώτης ἐν γυναιξίν, Εὔας θυγάτερ.
Χαίροις, ἡ ἀντίτυπος τοῦ Νῶε ἔμψυχος θήκη.
Χαίροις, ἡ ἐκ μηροῦ τοῦ ἐθνοπάτορος Ἀβραάμ, κατ’ ἐπαγγελίαν Θεοῦ ἀψευδῶς φυεῖσα.
Χαίροις, ἡ οὐρανόφθαστος κλίμαξ, ἣν εἶδε πάλαι ὁ μέγας ἐν πατριάρχαις Ἰακώβ.
Χαίροις, ἡ φλογοφόρος βάτος, ἣν ποτε εἶδεν ὁ παμβόητος ἐν ὄρει Σινᾷ, Μωϋσῆς.
Χαίροις, ἡ ἁγιόβλαστος ῥάβδος Ἀαρών, τοῦ ὄντως ἐν ἱερεῦσι περιβλέπτου.
Χαίροις, ἡ πορφυροποίκιλτος νέα Σκηνή, ἣν ὁ ποικιλτὴς ἐκαινούργησε Βεσελεήλ.
Χαίροις, τὸ χρυσοῦν διάλιθον, καὶ χρυσοΰφαντον λόγιον.
Χαίροις, τὸ ὑπὸ τῶν δύο Σεραφίμ, κατασκιαζόμενον ἱλαστήριον.
Χαίροις, τὸ ἱερατικὸν τῆς ἀρχιερωσύνης σκηνῆς Ἐφούδ.
Χαίροις, τὸ χρυσοῦν τῶν θυμιαμάτων θυσιαστήριον.
Χαίροις, ἡ τῆς προθέσεως τῶν ἄρτων ἀκτινοειδὴς τράπεζα.
Χαίροις, τὸ Ἅγιον τῶν Ἁγίων δεύτερο καταπέτασμα.
Χαίροις, ἡ πρωτότοκος καὶ ἀπειρόζυγος δάμαλις.
Χαίροις, ἡ τοῦ ὄντως ἐπουρανίου μάννα, πάγχρυσος στάμνος.
Χαίροις, ὁ τῆς ἐπουρανίου δρόσου, καθαρώτατος πόκος, κατὰ τὸν ὑποφήτην Γεδεών.
Χαίροις, τὸ κατάσκιον ὄρος, ὅπερ ἐκστὰς κατεῖδεν ὁ θαυμάσιος Ἀββακούμ.
Χαίροις, ἡ ὁλόχρυσός τε καὶ ἑπτάφωτος λυχνία, ἣν προεώρακεν Ἡσαΐας, ὁ τῶν Προφητῶν μεγαλοφωνότατος.
Χαίροις, ἡ κεκλεισμένη πύλη, ἣνπερ κατεῖδεν ὁ ἀληθὴς τῶν Χερουβὶμ θεατής.
Χαίροις, τὸ ἀλατόμητον ὄρος, ὃπερ ἐθεάσατο Δανιήλ, ὁ ἀκριβὴς τῶν ὀνείρων ἑρμηνευτής.
Χαίροις, τὸ ὄρος τοῦ Θεοῦ, τὸ τετυρωμένον καθάπερ ὁ Σὸς προπάτωρ Δαβὶδ διεγράψατο.
Χαίροις, ὁ κεκλεισμένος κῆπος, καθὼς περὶ Σοῦ σοφός τι ἀνὴρ ἀγχιστεύων προανεκέκραγε.
Χαίροις, τὸ ἐξ Ἰούδα βασιλικώτατόν τε καὶ κράτιστον σκῆπτρον.
Χαίροις, τὸ ἐκ Δαβίδ, καὶ τῆς τοῦ Δαβὶδ πατρίδος Βηθλεέμ, παρθενόφυτον ἄνθος.
Χαίροις, τὸ ἐκ τῆς ῥίζης Ἰεσσαί, ἱερογενὲς καὶ ὁλόῤῥιζον βλάστημα.
Χαίροις, τὸ ἐξ ἐπαγγελίας, μονογενές, καὶ ὁμοφυές, τοῦ δικαίου Ἰωακεὶμ φυτόν.
Χαίροις, τὸ τῆς φαιδρᾶς κογχύλης Ἄννης, εὐγενὲς καὶ πάναγνον γέννημα.
Χαίροις, ἡ εἰς τὰ Ἅγια τῶν Ἁγίων προσενεχθεῖσα καὶ ἁγιασθεῖσα καὶ φυλαχθεῖσα.
Χαίροις, ἡ θαλαμηπόλον τε καὶ μνηστήν, καὶ παραθηκοφύλακα Ἰωσήφ, τὸν υἱὸν Δαβὶδ ὁρμασαμένη.
Χαίροις, ἡ ἐν τῷ ἕκτῳ καὶ πρώτῳ μηνί, εὐαγγελικῶς εὐαγγελισθεῖσα καὶ Μήτηρ Θεοῦ ὀνομασθεῖσα καὶ ὀφθεῖσα.
Χαίροις, ἡ ἐν τῇ πόλει Ναζαρέτ, κόσμου σωτηρίας δεξαμένη εὐαγγέλια.
Χαίροις, ἐφ’ ἣν ἀπεστάλη Γαβριήλ, ὁ ταξίαρχος τῶν νοερῶν τε καὶ Ἀσωμάτων Δυνάμεων.
Χαίροις, εἰς ἣν ἀφράστως ἐσκήνωσεν ὁ εἷς τῆς ὁμοουσίου καὶ φωτοζώου Τριάδος προσκυνητός.
Χαίροις, εἰς ἣν ἀῤῥήτως ἐσκήνωσεν ὁ σφραγίζων τὴν ἄβυσσον, καὶ ἐξανοίγων αὐτήν.
Χαίροις, εἰς ἣν ἀγνώστως σκηνώσας ὤκησεν ὁ λέγων ἐν τῇ Μωσαϊκῇ βίβλῳ· ἐγὼ ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ.
Χαίροις, εἰς ἣν καθ’ ἡμᾶς σκηνώσας ὤκησεν ὁ λέγων ἐν τῇ βίβλῳ Ἰώβ, ὅτε ἐγεννήθησαν ἄστρα ἤνεσάν με φωνῇ μεγάλῃ πάντες οἱ Ἄγγελοί μου καὶ ὕμνησαν.
Χαίροις, εἰς ἣν δι’ ἡμᾶς σαρκὶ σκηνώσας ὤκησεν ὁ λέγων ἐν Ἡσαΐᾳ· ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα.
Χαίροις, ὦ Θεοῦ θεοφόρον κειμήλιον, ἐν μήτρᾳ φέρουσα τὸν φέροντα τὰ πάντα.
Χαίροις, ὦ Θεοῦ θεοφόρον κειμήλιον, ἡ σαρκὶ χωρήσασα, τὸν μηδαμοῦ μηδαμῶς χωρούμενον.
Χαίροις, ὦ Θεοῦ θεοφόρον κειμήλιον, καὶ παντὸς ἀκούσματος ἀνώτερον ἄκουσμα.
Χαῖρε, ὅτι τέτοκας παιδίον, περὶ οὗ φησὶν αἰνίττεται Ἰακὼβ λέγων: σκύμνος λέοντος Ἰούδα ἐκ βλαστοῦ υἱέ μου ἀνέβης.
Χαῖρε, ὅτι τέτοκας παιδίον, περὶ οὗ φησὶν ὁ πατρόθεος Δαβίδ, ὅτι· ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.
Χαῖρε, ὅτι τέτοκας παιδίον, τὸ πάλαι λαλῆσαν ἐν τοῖς πατράσι καὶ τοῖς Προφήταις.
Χαῖρε, ὅτι τέτοκας παιδίον ὦ παρίστανται χίλιαι χιλιάδες Ἀγγέλων κατὰ τὸν Δανιήλ.
Χαῖρε, ὅτι τέτοκας παιδίον, ὃπερ ὑμνολογεῖ καὶ δοξολογεῖ καὶ εὐσεβεῖ τῶν ἐπιγείων καὶ ἐπουρανίων ἡ σύμπασα κτίσις.
Χαῖρε, ὅτι τέτοκας παιδίον, ὃπερ θεολογεῖ τὰ τετράμορφα Χερουβίμ, καὶ κυριολογεῖ τὰ πολυόμματα Σεραφίμ.
Χαῖρε, ὅτι τέτοκας παιδίον ἐν τῇ πολυωνύμῳ πόλει τοῦ Δαβίδ, ἐκ τοῦ Δαβίδ.
Χαῖρε, ὅτι τέτοκας βρέφον προαιώνιον καὶ πρόσφατον, τὸ ἐκ πηγῶν Ἰσραὴλ καταγόμενον.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸ τοῦ Πατρὸς ὁμοβασίλειον, ὁμόθρονον, ὁμότιμον καὶ ὁμοούσιον.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸν τῶν βρεφῶν καὶ συνοχέα τῶν ὅλων,
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸ τοῦ Πατρὸς ὁμοβασίλειον, ὁμόθρονον, ὁμότιμον καὶ ὁμοούσιον, ὁμοδύναμον καὶ ὁμόδοξον.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, ἅμα τῷ Πατρὶ συνδοξαζόμενον καὶ συμπροσκυνούμενον.
Χαῖρε, ὅτι γεγέννηκας, καθὰ φησὶν ὁ θαυμάσιος διαγορεύει Λουκᾶς, ἐν τεσσαρακοστῷ πρώτῳ τῆς βασιλείας Καίσαρος Αὐγούστου.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὓτινος ἕνεκα Ἄγγελοι παμπληθεῖς τὰ ἐπίγεια κατέλαβον.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὓτινος ἕνεκα ποιμένες νυκτοφύλακες ἀγραυλοῦντες ἐθαύμαζον.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὓτινος ἕνεκα ὑπέμελπον Ἄγγελοι λέγοντες· Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα θορυβεῖται καὶ φονοκτυπεῖται πόλις Ἱερουσαλήμ.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα Ἡρώδης ὁ βασιλεύς, θηριομαχῶν ταράττεται.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα ἡ συγγενὴς Ἐλισάβετ ὑπερόριος γίνεται.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὓτινος ἕνεκα Ζαχαρίας, ὁ παμμέγιστος ἱερεύς, μεταξὺ τοῦ ναοῦ κτείνεται.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὕτινος ἕνεκα ἡ Βηθλεέμ, στρατιωτικῶς ἐρευνᾶται.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὕτινος ἕνεκα, νεογενῆ τε καὶ μιμηλόφωνα βρέφη, μεληδὸν ἁλισκονται.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα Ῥαχήλ, ποταμηδὸν δακρύουσα βαρύηχον καὶ θρηνῶδες ἐκπέμπει μέλος.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸ ὀκταήμερον περιτεμνόμενον κατὰ τὸν Μωσέως νόμον.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, ὃπερ ἐν τῇ συμπληρώσει τῶν τεσσαράκοντα ἡμερῶν, ἐν τῷ Σολομοντείῳ προσήνεγκας ναῷ.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος νηπιοφανές, ὃπερ ὁ πολυφαὴς ἱερεὺς Συμεών, ἰδὼν ἀπολύεσθαι ἔσπευδε.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸ ὑπὸ τῆς Προφήτιδος καὶ χήρας Ἄννης, ἐναντίον παντὸς τοῦ λαοῦ κυριολογηθέν.
Χαῖρε Κεχαριτωμένη.
Χαῖρε, δι’ ἧς ἡμῖν ἐπεφάνη ὁ πρὸ πάντων βουνῶν γεννηθείς, Θεὸς φημί, ὁ παντεξούσιος.
Χαῖρε, δι’ ἧς ἡμῖν ὑπερκοσμίως ἐπέφανεν ὁ κόσμος ἄκοσμον κοσμήσας, καὶ κτίσιν ἄκτιστον κτίσας.
Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν ὁ πρὸ τοῦ ὄρη γεννηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, ἐκ Πατρὸς ἀγεννήτου γεννηθείς.
Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν, ὁ τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν ἐκτείνας καὶ τὴν ξηράν, ἐπὶ τῶν ἀβυσσείων ἑδράσας ὑδάτων.
Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν, ὁ ψάμμῳ χαλινώσας τὴν μεγαλομέγεθόν τε καὶ θαυμαστοθέατον, καὶ κοσμοχώρητον θάλασσαν.
Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν, ὁ χερσὶν ἀχράντοις τε καὶ ἀχειροπλάστοις χειροπλαστήσας τὸν πρῶτον ἐν ἀνθρώποις ἄνθρωπον Ἀδάμ.
Χαῖρε, δι’ ἧς ἡμῖν ἀρτίως ἐπέφανεν ὁ λέγων πρὸς Ἀβραάμ· ἤ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε.
Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν ὁ πάλαι διὰ Μωσέως αἰγυπτιακῆς δουλείας ῥυσάμενος λαὸν Ἰσραηλίτην καὶ Φαραωνίτην θαλασσοκτονήσας ἄνακτα.
Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανε, ὁ κατὰ γενεὰν ὀπτανόμενος, ἔν τε πατράσιν, ἔν τε Προφήταις, καὶ ἐν πᾶσι τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι.
Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανε διὰ σπλάγχνα ελέους, ὁ διὰ τὸν ἄνθρωπον γενόμενος.
Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανε διὰ σπλάγχνα ἐλέους ὁ μόνος εν θεοῖς Θεός, καὶ μόνος ἐν κυρίοις Κύριος καὶ μόνος εν βασιλεῦσι Βασιλεῦς.
Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν ὁ μόνος ἐν Ἁγίοις Ἅγιος καὶ μόνος ἐν δεδοξασμένοις δεδοξασμένος, καὶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν ὁ μόνος ἀπαθὴς καὶ μόνος ἀψευδής, καὶ μόνος ἐκ μόνου μονογενὴς Θεοῦ υἱὸς καὶ Θεός.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς γεννᾶται ὁ αὐτογενέθλιος καὶ φύεται ὁ αὐτοφυὴς καὶ αὐξεῖται ὁ τέλειος.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς σωματοῦται ὁ ἀσώματος καὶ ἄρχεται ὁ ἄναρχος καὶ χωρεῖται ὁ ἀχώρητος.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς ζωοῦται ὁ αὐτόζωος καὶ ποσοῦται ὁ ἄποσος καὶ σαρκοῦται ὁ ἄσαρκος.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς οὐσιοῦται ὁ ὑπέρθεος καὶ τελεσιουργεῖται ὁ παντέλειος, καὶ φέρεται ὁ φέρων τὰ πάντα.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς ὁ ἄκτιστος κτίζεται, καὶ πτωχεύει ὁ πλούσιος, καὶ νηπιάζει ὁ ὕψιστος.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς ψηλαφᾶται ὁ ἀψηλάφητος καὶ κρατεῖται ὁ ἀνέπαφος καὶ βαστάζεται ὁ βαστάζων τὰ πάντα.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς γαλακτοτροφεῖται ὁ τοῦ παντὸς κηδεμών, καὶ τροφεύς, καὶ πρύτανις Θεός.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Λόγος υἱὸς ἀνθρώπου σωματικῶς κατ’ εὐδοκίαν ἄφραστον πέφηνε.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς ὁ ἀμήτωρ ἀπάτωρ γίνεται, καὶ ὁ νέος ἐπισυνάγεται Μελχισεδέκ.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς διῆλθεν ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν χριστιανικῶς τε καὶ φιλευεσεβῶς μακαριζομένη.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρων αὐτοῦ μητρικῶς τε καὶ Δαβιτικῶς τὸ κατάντημα τῆς προστασίας ἔχουσα.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ πάσης ἀκτῖνος φωτεινοτέρα καὶ πάσης καθαρότητος καθαροτέρα.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ τῶν ἐπιγείων καὶ καταχθονίων μεγαλοπρεπής τε καὶ μεγαλοφώνως εὔκλεια.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, καὶ παντὸς σεβάσματος σεβασμιωτέρα, καὶ παντὸς ἀκούσματος ὑπερκείμενον ἄκουσμα.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, καὶ παντὸς ἐπαίνου ἀνωτέρα, καὶ παντὸς ἀγαθοῦ ἀγαθοτέρα, καὶ παντὸς τιμίου τιμιωτέρα.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ παντὸς γλυκίσματος γλυκυτέρα καὶ παντὸς εὐγενοῦς εὐγενεστέρα, καὶ παντὸς πλούτου ῥέοντος πλουσιωτέρα.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, τὸ μόνον ὄντως τῆς χριστιανικῆς κτίσεως παγγάληνον καὶ πασιπόθητον ὄνομα.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ προσκυνητὴ εἰς τοὺς αἰῶνας καὶ δοξαστὴ εἰς τοὺς αἰῶνας, καὶ ἐπαινετὴ εἰς ἀπεράντους αἰῶνας.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, εἰς πάσας γενεὰς γενεῶν, ὑπ’ Ἀγγέλων τε καὶ ἀνθρώπων ὁμοφώνως ἐν φόβῳ μεγαλυνομένη.
Χαίροις, μόνη ἐν βασιλίσσαις Βασίλισσα, ἡ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη, καθως ὁ μέγας ψαλμῳδὸς Δαβὶδ ἀνέκραγε.
Χαίροις, μόνη ἐν γυναιξὶν εὐλογημένη, ἡ τῆς προμήτορος Εὔας τὸ σφάλμα ἀνορθώσασα.
Χαίροις, μόνη ἐν γυναιξὶν εὐλογημένη, ἡ τὸ ταπεινότατον γένος τῶν χαμαὶ κειμένων γυναικῶν ἀνυψώσασα.
Χαίροις, μόνη ἐν γυναιξὶν εὐλογημένη, ἡ λελαμπρυσμένη καὶ τεθαυμασμένη, ὅτι μόνη Χριστὸν τὸν Θεάνθρωπον, ἀνάνδρως συνέλαβες καὶ ἀπόνως ἐκύησας.
Χαίροις, μόνη ἡ ὄντως ἐν γυναιξὶν εὐλογημένη καὶ δεδοξασμένη, ὅτι μόνη τὸν Ἕνα τῆς τρισσοφαοῦς καὶ Ἁγίας Τριάδος ἀφλέκτως συνειληφυῖα γεγέννηκας.
Χαίροις, μόνη ἐν γυναιξὶν εὐλογημένη, ὅτι μόνη ἀστενοχωρήτως ἐχώρησας, ὃνπερ ὁ κόσμος χωρῆσαι οὐ δύναται.
Χαίροις, μόνη Νύμφη Ἀνύμφευτε, ἡ ἐν τῇ νυμφικῇ ἀσμάτων βίβλῳ προαναφερομένη.
Χαίροις, μόνη ἐν παρθένοις Παρθένος, ἡ καὶ πρὸ τόκου καὶ εν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον Παρθένος διαμείνασα.
Χαίροις, μόνη ἐν πύλαις πύλη κεκλεισμένη, καὶ μόνη πόλις ἐν πόλεσι πεπυργωμένη.
Χαίροις, ὄντως Κεχαριτωμένη.
Χαῖρε, ὅτι περ ἁγιωτέρα Σὺ τῶν Ἀγγέλων καὶ τιμιωτέρα τῶν Ἀρχαγγέλων.
Χαῖρε Κεχαριτωμένη, ὅτι περ θαυμασιωτέρα Σὺ τῶν Θρόνων καὶ κυριωτέρα Σὺ τῶν Κυριοτήτων, καὶ Δυναμωτέρα Σὺ τῶν δυνάμεων.
Χαῖρε Κεχαριτωμένη, ὅτι περ Σὺ τῶν Ἀρχῶν ἀνωτέρα, καὶ τῶν Ἐξουσιῶν.
Χαῖρε Κεχαριτωμένη, ὅτι περ καλλιωτέρα Σὺ τῶν Χερουβίμ, καὶ σεβασμιωτέρα τῶν Σεραφίμ.
Χαῖρε Κεχαριτωμένη, ὅτι περ ὑψηλοτέρα Σὺ τῶν Οὐρανῶν, καὶ καθαρωτέρα ὑπὲρ τὸν φαίνοντα ἥλιον.
Χαῖρε Κεχαριτωμένη, ὅτι περ εὐγενεστέρα Σὺ πάντων τῶν ἀφ’ ἡλίου ἀνατολῶν καὶ βασιλικωτέρα Σὺ ὑπὲρ πάσας τας βασιλείας τῆς βροτείας οὐσίας.
Χαῖρε Κεχαριτωμένη, ὅτι περ ἀγαθωτέρα Σύ, ὑπερκειμένη ὄντως τὴν ἀγαθὴν καὶ πολλὴν γῆν, τὴν ῥέουσαν γάλα καὶ μέλι.
Χαῖρε Κεχαριτωμένη, ὅτι περ, ὑπὲρ χιόνα ἐλευκάνθης καὶ ὑπὲρ μέλι ἐγλυκάνθης.
Χαῖρε Κεχαριτωμένη, ὅτι ὑπὲρ τὰ κρίνα εὐωδιάζεις, ὑπὲρ τὰ ῥόδα ἠρυθρώθης, καὶ ὑπὲρ τὸ πολυποίκιλτον ἔαρ ἐξήνθησας.
Χαῖρε Κεχαριτωμένη, ὅτι ὑπὲρ τὴν Ἱερουσαλὴμ ὡραιώθης, καὶ ὑπὲρ τὸν Σολομώντειον ἐμεγαλύνθης ναόν.
Χαῖρε οὖν, χαῖρε καὶ πάλι ἐρῶ.
Χαῖρε Κεχαριτωμένη, ὅτι πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης Σου καὶ τῆς μεγαλειότητος.
Χαῖρε, δι’ ἧς ἡμεῖς οἱ ταπεινοί, Χριστοῦ Δευτέραν καὶ φωτοσωτήριον γέννησιν εὐσεβοπρεπῶς προσκυνοῦμεν.
Χαῖρε, δι’ ἧς ἡμεῖς, τὴν κοσμοποιόν, καὶ ζωαρχικήν, καὶ ἀεὶ βασιλεύουσα ἐπέγνωμεν Τριάδα.
Χαῖρε, δι’ ἧς ἡμεῖς, εἰς μίαν, Ἁγίαν, καθολικήν, καὶ Ἀποστολικὴν Ἐκκλησία ἐπολιτογραφήθημεν.
Χαῖρε, δι’ ἧς ἡμεῖς, χριστιανικὸς λαός, τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ ὠνομάσμεθα.
Χαῖρε, δι’ ἧς ἡμεῖς , τὴν ψυχοσωτήριον καὶ φωτόμορφον κατέχομεν πίστιν.
Χαῖρε, δι’ ἧς ἡμεῖς, τὸν πολυπροσκύνητον καὶ ἰαματοποιὸν προσκυνοῦμεν Σταυρόν.
Χαῖρε, δι’ ἧς ἡμεῖς, τὸ ἁγιοποιὸν καὶ τριφεγγές, βαπτιζόμεθα βάπτισμα.
Χαῖρε, δι’ ἧς ἡμεῖς, καθαρᾶς φρικτῆς σαρκός, ἐν τῇ φρικτοτελεῖ τραπέζῃ προσεγγίζειν τολμῶντες κατέχομεν.
Χαῖρε, δι’ ἧς ἡμεῖς, ἐκ τῶν τοῦ Ἅδου πυλῶν, εἰς οὐρανοὺς ἀνεβιβάσθημεν.
Χαῖρε, δι’ ἧς ἡμεῖς, τὰς χριστομόρφους καὶ σεπτοπροσκυνήτους προσκυνοῦμεν εἰκονογραφίας.
Χαῖρε, δι’ ἧς ἡμεῖς, τὰ τῶν Ἑλλήνων χρυσότευκτά τε καὶ δαιμονιόμορφα συμπατοῦμεν ξόανα.
Χαῖρε, δι’ ἧς ἡμεῖς, τον ἀρχαῖόν τε καὶ μεγάλαυχον ἀντάρτην ἀντιπαραταττόμεθα.
Χαῖρε, δι’ ἧς, εἰρηνοποιεῖται ἡ τῶν Ῥωμαίων βασιλεία.
Χαῖρε, δι’ ἧς, βασιλεῦσι τὸ βασίλειον δίδοται καὶ στρατηγοῖς τὸ στρατηγεύειν ἐγχειρίζεται.
Χαῖρε, δι’ ἧς, ἐπινίκια πολλάκις ἐν παρατάξει ἀλλογενῶν καὶ ἀλλογλώσων ἐθνῶν διανύονται.
Χαῖρε, δι’ ἧς, ἑτερόφυλοι, ὥσπερ φύλα πίπτουσι, καὶ ἄνομοι, ὡς ἄνεμοι μηδενὸς διώκοντος διώκονται.
Χαῖρε, δι’ ἧς, ὁπλομαχοι και θυρεοφόροι, θραύονται, πλήττονται δέ, πρὸ συμπλοκῆς σιδηροφόροι.
Χαῖρε, δι’ ἧς, ἀντιτοξεύονται ἀμφοτεροδέξιοι τοξόται, καὶ μωλωπίζονται ἔθνη τὰ τοὺς πολέμους θέλοντα.
Χαῖρε, δι’ ἧς, ξιφοκτονεῖται ὁ βαρβαρογενής τε καὶ φιλομάκελλος κύων Ἰσμαήλ.
Χαῖρε, δι’ ἧς, δραπετεύουσιν ἐκ μέσου τῶν ὁπλοφόρων πιστοί, τῶν ἐν χειροπέδαις σιδηραῖς ἐλεεινῶς κατεχομένων αἰχμαλώτων.
Χαῖρε, δι’ ἧς, ὁ σύμπας σκέπεται κόσμος, καὶ εἰς ἀεὶ διαφυλάττεται.
Χαῖρε, δι’ ἧς ἡμῖν, ἅπαν ὡμηρεύθη ἀγαθὸν ἔν τε τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ.
Χαῖρε, δι’ ἧς ἡμῖν, εὐλογία τοῖς πιστοῖς ἐπήγασεν, επειδή περ λαός Σου ἡμεῖς, εἰ καὶ σειραῖς ἁμαρτιῶν συμπεπλέγμεθα.
Χαῖρε, δι’ ἧς, ηὐλόγηται τῶν ἀσθενογενῶν ἀῤῥένων χορτώδης οὐσία, ἀλλὰ καὶ ἡ τῶν ἀσθενογενῶν γυναίων πάμπλανός τε καὶ πανσάλευτος φύσις.
Χαῖρε, δι’ ἧς, οἱ ἀσεβείς, εὐσεβεῖς γινόμενοι, εὐσεβῶς εὐσεβοῦσι τὸν πανσεβάσμιον Τόκον Σου.
Χαῖρε, δι’ ἧς, οἱ φιλόχρυσοι φιλόχριστοι γίνονται, καὶ οἱ φιλάργυροι φιλάνθρωποι, καὶ οἱ φιλόπτουτοι φιλόπτωχοι.
Χαῖρε οὖν, χαῖρε Κεχαριτωμένη, ὅτι πολλοί, πολλῶν χρηματῶν διὰ Σὲ κατεφρόνησαν, ὅπως Σὲ τὴν μόνην ἀγαθὴν κερδήσωσι.
Χαῖρε, ὅτι πολλοί, πολλάκις τῶν εὐσεβῶν βασιλέων, πηλὸν ἡγήσαντο διὰ Σέ, τὸν χρυσόν, καὶ σποδόν, τὸν ἀργυρόν.
Χαῖρε, ὅτι πολλαὶ τῶν φιλοχρίστων βασιλίδων, λιθολαμπεὶς διὰ Σέ, στεφάνους καὶ χρυσωνύμους ἀλουργίδας, ἀράχνης εὐτελέστερα ἐλογίσαντο.
Χαῖρε, ὅτι πολλοὶ τῶν εὐγενῶν, ἰνδικοὺς διὰ Σέ, καὶ κρυσταλλίζοντας λίθους, περιεφρόνησαν.
Χαῖρε, ὅτι πολλαί, ἵνα εἴπω, καὶ τῶν ευγενίδων γυναίων, εἰς οὐδὲν ἡγήσαντο διὰ Σὲ ἀξιάγαστε, τὰ βύσσινά τε καὶ κόκκινα, καὶ περιπόρφυρα καὶ ὁλοσήρικα.
Χαῖρε, ὅτι πολλαὶ τῶν μοιχαλίδων γυναίων, λιθοκόλλητα ἐνώτια, φύλλων ἀδρανέστερα ἐλογίσαντο.
Χαῖρε, ὅτι πολλοί, πλειστάκις, τῶν ἐνδόξων τε καὶ περιφανῶν, οὐ μὴν δέ, ἀλλὰ καὶ πλουσίων σκύμβαλα ἡγήσαντο διὰ Σέ, τὰς χρυσοῦ καὶ ἀργύρου χιλιάδας.
Χαῖρε, ὅτι πολλαὶ καὶ τῶν νεογεννῶν νεανίδων, λευκώδεις τε καὶ χρυσολαμπεῖς διὰ Σέ, στολὰς ἀπώσαντο.
Χαῖρε, ὅτι πολλοὶ διὰ Σέ, ἵνα εἴπω, τῶν χρυσοφόρων τριχινοφορεῖν ἡρετίσαντο.
Χαῖρε, Κεχαριτωμένη.
Χαῖρε, ὅτι καταφυγὴ ἐγεννήθης ἡμῖν, καὶ μεσιτολογεῖς ὑπὲρ ἡμῶν τῶν πηλογενῶν, πρὸς τὸν Υἱόν Σου καὶ Θεόν Σου καὶ Θεὸν ἡμῶν.
Χαῖρε, Κεχαριτωμένη.
Χαῖρε, ἡ πάντων ὁμοῦ τῶν περάτων τῆς γῆς κοινὴ σωτηρία, καὶ πάντων χριστιανῶν, χριστιανὴ προστασία.
Χαῖρε, Κεχαριτωμένη.
Χαῖρε, ἡ μόνη των ζώντων ἀείζωον ζωή, καὶ μόνη τῶν ἀβοηθήτων παραστατικὴ βοήθεια, καὶ μόνη τῶν ἀδυνάτων μεγαλοδύναμος δύναμις.
Χαῖρε, Κεχαριτωμένη.
Χαῖρε, ἡ μόνη τῶν ταπεινῶν ἀνύψωσις, καὶ μόνη τῶν πενήτων ἀντίληψις, καὶ μόνη μήτηρ τῶν ὀρφανῶν καὶ πτωχῶν καὶ χηρῶν.
Χαῖρε, Κεχαριτωμένη.
Χαῖρε, ἡ μόνη τῶν καταπονουμένων ὑπέρμαχος, καὶ μόνη τῶν παραπονουμένων παραμυθία, καὶ μόνη τῶν ἀσκέπων σκέπη.
Χαῖρε, Κεχαριτωμένη.
Χαῖρε, ἡ μόνη τῶν αἰχμαλώτων λύτρωσις, καὶ ἡ μόνη τῶν ἐξοριζομένων ἀνάκλησις, καὶ μόνη τῶν πλανωμένων ἀπλανὴς ἐπάνοδος.
Χαῖρε, Κεχαριτωμένη.
Χαῖρε, ἡ μόνη τῶν νοσούντων ἐπίσκεψις, καὶ μόνη τῶν ασθενούντων ἴασις, καὶ μόνη τῶν δαιμονώντων ὑγίωσις.
Χαῖρε, Κεχαριτωμένη.
Χαῖρε, ἡ μόνη τῶν πλεόντων κυβέρνησις, καὶ μόνη τῶν νυκτιπορούντων καὶ πεζοπορούντων συνοδοιπόρος καὶ συνδιαγωγός.
Χαῖρε, Κεχαριτωμένη.
Χαῖρε, ὅτι πάντων ἠμῶν οἱ ὀφθαλμοί, εἰς Σὲ τὴν μόνην καθαρὰν ἐλπίζουσι, καὶ πρὸς Σέ, διὰ παντὸς ἐνατενίζουσι.
Χαῖρε, Κεχαριτωμένη.
Χαῖρε, ἡ ἀεὶ προϊσταμένη ἡμῶν τῶν ταπεινῶν, καὶ λυτρουμένη ἡμᾶς ἐκ πάσης δικαίας ὀργῆς τε καὶ ἀπειλῆς.
Χαῖρε, Κεχαριτωμένη.
Χαῖρε, ἡ ἀεὶ διαφυλάττουσα καὶ περισκέπουσα τὸ πτωχογενὲς ἡμῶν φύλον ἐν πειρασμοῖς, ἐν κινδύνοις καὶ ἐν διαφόροις συμφοραῖς.
Χαῖρε, Κεχαριτωμένη.
Χαῖρε, ὅτι οὐδεὶς ὡς Σύ, πλὴν εἰπεῖν τοῦ Θεοῦ τηλικοῦτον, κεκληρονόμηκεν ὄνομα, ἤ τοιαύτης πώποτε τετύχηκε δόξης.
Χαῖρε, ὄντως ὑπερευλογημένη.
Χαῖρε, δι’ ἧς ἡμεῖς σήμερον, ἑορτὴ ἑορτῶν, καὶ πανήγυριν πανηγύρεων, πανδημεὶ ἑορτάζομεν.
Χαῖρε, δι’ ἧς ἡμεῖς σήμερον, ἀγεληδὸν ἀθροιζόμεθα ἐν τοῖς Σοῖς ἁγιοβάτοις ναοῖς καὶ μεγαλοφώνως Σὲ γεραίρομεν.
Χαῖρε, ὄντως ὑπερευλογημένη.
Χαῖρε, δι’ ἣν ἡμεῖς σήμερον, δίκην μελισσῶν ἐπεισαγόμενοι, πληθύνομεν τὴν ὁμολογίαν, ὠς Σὺ τὴν προστασίαν,
Χαῖρε, Κεχαριτωμένη.
Χαῖρε, δι’ ἧς ἡμεῖς σήμερον, φωτοφοροῦντες λαμπρῶς ἐν ἐκκλησίᾳ μεγαλύνομεν.
Χαῖρε, ὄντως ὑπερευλογημένη.
Χαῖρε, ὄντως δι’ ἧς ἡμεῖς σήμερον, τᾷ τοῦ Δαβίδ, σὺν τῷ Δαβίδ, καὶ τὰ τοῦ Ἀγέλου, σὺν τῷ Ἀγγέλῳ ἀνεκινήσαμεν λόγια.
Χαῖρε, ὅτι λαμπρῶς ἐν ἐκκλησίᾳ Σὲ μεγαλύνομεν.
Χαῖρε, ὄντως ὑπερευλογημένη.
Χαῖρε, ὅτι ὐφήναμεν τὴν τετραπλῆν τῶν χαροποιῶν προσρήσεων πεντηκοντάδα.
Ἀλλά, παράτεινον τὸ ἔλεός Σου πανάγαθε Δέσποινα, τοῖς γινώσκουσί Σε καὶ ἴδε ἐπὶ τοὺς δούλους Σου, καὶ ἐπὶ τὰ ἔργα Σου, καὶ κατεύθυνον πάντα εἰς ὁδὸν εἰρήνης, ὅτι πάντων οἱ ὀφθαλμοὶ εἰς Σὲ ἐλπίζουσι, καὶ Σοῦ τῇ μεσιτείᾳ, τὴν καταλλαγήν, τὴν πρὸς τὸν Υἱόν Σου καὶ Θεὸν ἡμῶν ἐσχήκαμεν· ὦ ἡ δοξα καὶ τὸ κράτος, σὺν τῷ Πατρί, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου